Hebrews 11
Greek Memorization

Center & Sphere

Word
(Center)

1

Ἔστιν δὲ πίστις
ἐλπιζομένων ὑπόστασις
πραγμάτων ἔλεγχος
οὐ βλεπομένων

Love
(Sphere)

2

ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν
οἱ πρεσβύτεροι

School House

School House

Creator

3

Πίστει
νοοῦμεν κατηρτίσθαι
τοὺς αἰῶνας ῥήματι θεοῦ
εἰς τὸ μὴ ἐκ φαινομένων
τά βλεπόμενα γεγονέναι

Presence

4

Πίστει
πλείονα θυσίαν
Ἅβελ παρὰ Κάϊν
προσήνεγκεν τῷ θεῷ
δι' ἡς ἐμαρτυρήθη εἶναι δίκαιος
μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ
τοῦ θεοῦ
καὶ δι' αὐτῆς
ἀποθανὼν ἔτι λαλεῖται

Teacher

5

Πίστει
Ἑνὼχ μετετέθη
τοῦ μὴ ἰδεῖν θάνατον
καὶ οὐχ εὑρίσκετο
διότι μετέθηκεν αὐτὸν
ὁ θεός
πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ
μεμαρτύρηται εὐηρεστηκέναι
τῷ θεῷ

Immanuel

6

χωρὶς δὲ πίστεως
ἀδύνατον εὐαρεστῆσαι
πιστεῦσαι γὰρ δεῖ
τὸν προσερχόμενον τῷ θεῷ
ὅτι ἔστιν
καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν
μισθαποδότης γίνεται

Living Waters
Counselor

7

Πίστει
χρηματισθεὶς Νῶε
περὶ τῶν μηδέπω βλεπομένων
εὐλαβηθεὶς κατεσκεύασεν
κιβωτὸν
εἰς σωτηρίαν
τοῦ οἴκου αὐτοῦ
δι' ἡς κατέκρινεν τὸν κόσμον
καὶ τῆς κατὰ
πίστιν δικαιοσύνης
ἐγένετο κληρονόμος

Treasury

Treasury

Life

8

Πίστει
καλούμενος Ἀβραὰμ
ὑπήκουσεν ἐξελθεῖν
εἰς τὸν τόπον
ὃν ἤμελλεν λαμβάνειν
εἰς κληρονομίαν
καὶ ἐξῆλθεν
μὴ ἐπιστάμενος ποῦ ἔρχεται

Law

9

Πίστει
παρῴκησεν εἰς
τὴν γῆν τῆς ἐπαγγελίας
ὡς ἀλλοτρίαν
ἐν σκηναῖς κατοικήσας
μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ
τῶν συγκληρονόμων
τῆς ἐπαγγελίας τῆς αὐτῆς

Bread

10

ἐξεδέχετο γὰρ
τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν
ἡς τεχνίτης καὶ δημιουργὸς
ὁ θεός

Glory

11

Πίστει
καὶ αὐτὴ Σάρρα
δύναμιν εἰς καταβολὴν
σπέρματος ἔλαβεν
καὶ παρὰ καιρὸν
ἡλικίας ἔτεκεν
ἐπεὶ πιστὸν ἡγήσατο
τὸν ἐπαγγειλάμενον

Heaven

12

διὸ καὶ ἀφ' ἑνὸς ἐγεννήθησαν
καὶ ταῦτα νενεκρωμένου
καθὼς τὰ ἄστρα
τοῦ οὐρανοῦ
τῷ πλήθει
καὶ ὡσεὶ ἄμμος
ἡ παρὰ τὸ χεῖλος
τῆς θαλάσσης
ἡ ἀναρίθμητος

House of the Lord

House of the Lord

Lord

13

Κατὰ πίστιν
ἀπέθανον οὗτοι πάντες
μὴ λαβόντες τὰς ἐπαγγελίας
ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες
καὶ πεισθέντες
καὶ ἀσπασάμενοι
καὶ ὁμολογήσαντες
ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν
ἐπὶ τῆς γῆς

King

14

οἱ γὰρ τοιαῦτα λέγοντες
ἐμφανίζουσιν ὅτι
πατρίδα ἐπιζητοῦσιν

Healer

15

καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον
ἀφ' ἡς ἐξῆλθον
εἶχον ἂν καιρὸν ἀνακάμψαι

Man of War
Sword

16

νυνὶ δὲ κρείττονος ὀρέγονται
τοῦτ' ἔστιν ἐπουρανίου
διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς
ὁ θεὸς
θεὸς ἐπικαλεῖσθαι αὐτῶν
ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν

Jesus

17

Πίστει
προσενήνοχεν Ἀβραὰμ
τὸν Ἰσαὰκ πειραζόμενος
καὶ τὸν μονογενῆ προσέφερεν
ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος

Stronghold

Stronghold

Eternal

18

πρὸς ὃν ἐλαλήθη ὅτι
Ἐν Ἰσαὰκ κληθήσεταί
σοι σπέρμα

Power

19

λογισάμενος ὅτι
καὶ ἐκ νεκρῶν ἐγείρειν
δυνατὸς ὁ θεός
ὅθεν αὐτὸν καὶ
ἐν παραβολῇ ἐκομίσατο

Lion
Deliverer

20

Πίστει
περὶ μελλόντων
εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ
καὶ τὸν Ἠσαῦ

Groom

21

Πίστει
Ἰακὼβ ἀποθνῄσκων
ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν
καὶ προσεκύνησεν
ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ

Rock
Faithful

22

Πίστει
Ἰωσὴφ τελευτῶν
περὶ τῆς ἐξόδου
τῶν υἱῶν Ἰσραὴλ
ἐμνημόνευσεν
καὶ περὶ τῶν ὀστέων αὐτοῦ
ἐνετείλατο

House of Worship

House of Worship

Merciful

23

Πίστει
Μωσῆς γεννηθεὶς
ἐκρύβη τρίμηνον
ὑπὸ τῶν πατέρων αὐτοῦ
διότι εἶδον ἀστεῖον τὸ παιδίον
καὶ οὐκ ἐφοβήθησαν
τὸ διάταγμα τοῦ βασιλέως

Judge

24

Πίστει
Μωσῆς μέγας γενόμενος
ἠρνήσατο λέγεσθαι
υἱὸς θυγατρὸς Φαραώ

Righteous

25

μᾶλλον ἑλόμενος
συγκακουχεῖσθαι
τῷ λαῷ τοῦ θεοῦ
ἢ πρόσκαιρον ἔχειν
ἁμαρτίας ἀπόλαυσιν

Holy

26

μείζονα πλοῦτον ἡγησάμενος
τῶν ἐν Αἰγύπτῳ θησαυρῶν
τὸν ὀνειδισμὸν
τοῦ Χριστοῦ
ἀπέβλεπεν γὰρ
εἰς τὴν μισθαποδοσίαν

Wonderful

27

Πίστει
κατέλιπεν Αἴγυπτον
μὴ φοβηθεὶς
τὸν θυμὸν τοῦ βασιλέως
τὸν γὰρ ἀόρατον ὡς ὁρῶν
ἐκαρτέρησεν

House of Rest

House of Rest

Lamb

28

Πίστει
πεποίηκεν τὸ πάσχα
καὶ τὴν πρόσχυσιν τοῦ αἵματος
ἵνα μὴ ὁ ὀλοθρεύων
τὰ πρωτότοκα θίγῃ αὐτῶν

Peace

29

Πίστει
διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν
ὡς διὰ ξηρᾶς
ἡς πεῖραν λαβόντες
οἱ Αἰγύπτιοι κατεπόθησαν

Freedom

30

Πίστει
τὰ τείχη Ἰεριχὼ ἔπεσεν
κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας

Worthy

31

Πίστει
Ῥαὰβ ἡ πόρνη
οὐ συναπώλετο τοῖς ἀπειθήσασιν
δεξαμένη τοὺς κατασκόπους
μετ' εἰρήνης

Pure
Fire

32

Καὶ τί ἔτι λέγω
ἐπιλείψει γὰρ με
διηγούμενον ὁ χρόνος
περὶ Γεδεών Βαράκ τε καὶ Σαμψών
καὶ Ἰεφθάε Δαβίδ τε καὶ Σαμουὴλ
καὶ τῶν προφητῶν

Superpositions

Superpositions

Father

33

οἳ διὰ πίστεως
κατηγωνίσαντο βασιλείας
εἰργάσαντο δικαιοσύνην
ἐπέτυχον ἐπαγγελιῶν
ἔφραξαν στόματα λεόντων

One

34

ἔσβεσαν δύναμιν πυρός
ἔφυγον στόματα μαχαίρας
ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας
ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ
παρεμβολὰς ἔκλιναν ἀλλοτρίων

Son

35

ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως
τοὺς νεκροὺς αὐτῶν
ἄλλοι δὲ ἐτυμπανίσθησαν
οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν
ἵνα κρείττονος ἀναστάσεως τύχωσιν

Truth

36

ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων
πεῖραν ἔλαβον
ἔτι δὲ δεσμῶν καὶ φυλακῆς

Spirit

37

ἐλιθάσθησαν
ἐπρίσθησαν
ἐπειράσθησαν
ἐν φόνῳ μαχαίρας ἀπέθανον
περιῆλθον ἐν μηλωταῖς
ἐν αἰγείοις δέρμασιν
ὑστερούμενοι
θλιβόμενοι
κακουχούμενοι

Goodness

38

ὧν οὐκ ἦν
ἄξιος ὁ κόσμος
ἐν ἐρημίαις πλανώμενοι
καὶ ὄρεσιν
καὶ σπηλαίοις
καὶ ταῖς ὀπαῖς τῆς γῆς

God

39

Καὶ οὗτοι πάντες
μαρτυρηθέντες διὰ τῆς πίστεως
οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν

I AM

40

τοῦ θεοῦ περὶ ἡμῶν
κρεῖττόν τι προβλεψαμένου
ἵνα μὴ χωρὶς ἡμῶν
τελειωθῶσιν